Παρασκευή 25 Ιανουαρίου 2013

Αλφαβητάριον παραινέσεων - Αγίου Γρηγορίου Θεολόγου

 Ἀρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν.
Βέβαιον ο
ὐδὲν ἐν βίῳ δόκει πέλειν.
Γονε
ῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ.
∆ίδασκε σαυτ
ὸν μὴ λαλεῖν ἃ μὴ θέμις....


Ἔργοις δ' ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ.
Ζω
ὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος.
Ἡττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔσῃ.
Θνητ
ὸς δ' ὑπάρχων μηδόλως μέγα φρόνει.
Ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας.
Καὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον.
Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα.
Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ.
Νήφων προςεύχου τ
ῷ Θεῷ καθ' ἡμέραν.
Ξένους ξένιζε, μ
ὴ ξένος γένῃ Θεοῦ.
Ὁρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους.
Πέδαις τ
ὸ σῶμα ἀσφαλίζου σωφρόνως.
Ῥ
άβδον σεαυτῷ τὴν συνείδησιν φέρε.
Σαφ
ῶς σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν θέοις.
Τ
ὰς τῶν πενήτων ψυχαγώγησον λύπας.
Ὑπὲρ σεαυτὸν τοὺς πέλας καλῶς θέλε.
Φίλους
ἔχειν σπούδαζε, ἢ πλοῦτον πολύν.
Χρυσο
ῦ γὰρ αὐτοὶ εὐκλεέστεροι λίαν.
Ψε
ῦδος μίσησον, τὴν δ' ἀλήθειαν φίλει.
Ὦ παῖ, φυλάσσων ταῦτα σώζῃ ἐνθέως.


Πηγή: Ι.Ν. Αγίων Χαραλάμπους & Αντωνίου Κρύα Ιτεών Πατρών